Add parallel Print Page Options

17 Πᾶσαι οὖν αἱ γενεαὶ ἀπὸ Ἀβραὰμ ἕως Δαυὶδ γενεαὶ δεκατέσσαρες, καὶ ἀπὸ Δαυὶδ ἕως τῆς μετοικεσίας Βαβυλῶνος γενεαὶ δεκατέσσαρες, καὶ ἀπὸ τῆς μετοικεσίας Βαβυλῶνος ἕως τοῦ χριστοῦ γενεαὶ δεκατέσσαρες.

18 Τοῦ δὲ [a]Ἰησοῦ χριστοῦ ἡ [b]γένεσις οὕτως ἦν. [c]μνηστευθείσης τῆς μητρὸς αὐτοῦ Μαρίας τῷ Ἰωσήφ, πρὶν ἢ συνελθεῖν αὐτοὺς εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ πνεύματος ἁγίου. 19 Ἰωσὴφ δὲ ὁ ἀνὴρ αὐτῆς, δίκαιος ὢν καὶ μὴ θέλων αὐτὴν [d]δειγματίσαι, ἐβουλήθη λάθρᾳ ἀπολῦσαι αὐτήν. 20 ταῦτα δὲ αὐτοῦ ἐνθυμηθέντος ἰδοὺ ἄγγελος κυρίου κατ’ ὄναρ ἐφάνη αὐτῷ λέγων· Ἰωσὴφ υἱὸς Δαυίδ, μὴ φοβηθῇς παραλαβεῖν [e]Μαρίαν τὴν γυναῖκά σου, τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ πνεύματός ἐστιν ἁγίου· 21 τέξεται δὲ υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν, αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν. 22 τοῦτο δὲ ὅλον γέγονεν ἵνα πληρωθῇ τὸ ῥηθὲν [f]ὑπὸ κυρίου διὰ τοῦ προφήτου λέγοντος· 23 Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν, καὶ καλέσουσιν τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ· ὅ ἐστιν μεθερμηνευόμενον Μεθ’ ἡμῶν ὁ θεός. 24 [g]ἐγερθεὶς δὲ ὁ Ἰωσὴφ ἀπὸ τοῦ ὕπνου ἐποίησεν ὡς προσέταξεν αὐτῷ ὁ ἄγγελος κυρίου καὶ παρέλαβεν τὴν γυναῖκα αὐτοῦ· 25 καὶ οὐκ ἐγίνωσκεν αὐτὴν ἕως οὗ ἔτεκεν [h]υἱόν· καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Ἰησοῦν.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 1:18 Ἰησοῦ WH NIV RP ] Treg
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 1:18 γένεσις WH Treg NIV ] γέννησις RP
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 1:18 μνηστευθείσης WH Treg NIV ] + γὰρ RP
  4. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 1:19 δειγματίσαι WH Treg NIV ] παραδειγματίσαι RP
  5. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 1:20 Μαρίαν WH NIV ] Μαριὰμ Treg RP
  6. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 1:22 ὑπὸ WH Treg NIV ] + τοῦ RP
  7. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 1:24 ἐγερθεὶς WH Treg NIV ] Διεγερθεὶς RP
  8. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 1:25 υἱόν WH Treg NIV ] τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον RP